Δευτέρα, 2 Δεκεμβρίου 2013

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ





ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ


Κοντάκιον.

Ήχος πλ. δ΄. «Τη Υπερμάχῳ».

Του Παρακλήτου τον ναόν τον αγιώτατον,και της Πανάγνου Θεοτόκου προσφιλέστατον ανυμνήσωμεν Πορφύριον εκ καρδίας. Αγαπά γαρ και ιάται πάντας, και φρουρεί,και πρεσβεύει, ίνα τύχωμεν θεώσεως. Όθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Άσημος και τω κόσμῳ αφανής διετέλεις,ποιμήν των του πατρός σου προβάτων.Και την του Καλυβίτου ζωήν μελετών, εν ζήλῳ έσπευσας, όσιε, μιμήσασθαι τον βίον του· κραυγάζομέν σοι όθεν ταύτα·

Χαίρε, ποιμήν λογικών προβάτων·
χαίρε, παθών κρουνέ ιαμάτων.
Χαίρε, τγς αγνείας ο φίλος ο ένθερμος·
χαίρε, απορρήτων ο μύστης ο ένθεος.
Χαίρε, σκεύος καθαρώτατον της του Πνεύματος μονής·
χαίρε, όργανον κατάλληλον θείας χάριτος ροής.
Χαίρε, ότι υπάρχεις οδηγός τοις ανθρώποις·
χαίρε, ότι εξάρχεις αθλητών εν τοις κόποις.
Χαίρε, αστήρ φωτίζων μυστήρια·
χαίρε, ημίν διδάσκων σωτήρια.
Χαίρε, Ευβοίας ο ένδοξος γόνος·
χαίρε, δι’ ου εξαλείφεται πόνος.

Χαίροις, πάτερ Πορφύριε.

Βήμασι σων γερόντων ηκολούθεις ασκήσει,τον βίον τούτοις όμοιον έχων.
Καυσοκαλυβίων ασκητής απαράμιλλος υπακοή δέδειξαι,διδάσκων ταπεινότατα Θεώ τους προσκυνούντας ψάλλειν·

Αλληλούϊα.

Γνώσιν άρρητον, πάτερ, ο Θεός δέδωκέ σοι, βραβεύων την αγίαν ζωήν σου·
και ιάσεις παθών χορηγεί και μυστήριά σε ερευνάν δίδωσι, ἀνθρώπων εὐεργέτην σε δεικνύς, των κραυγαζόντων ούτω·

Χαίρε, ο μύστης γνώσεως θείας·
χαίρε, ερών ζωής της αγίας.
Χαίρε, νοημάτων Θεού ο εξάγγελος·
χαίρε, αθλητών του Χριστού ο ισάγγελος.
Χαίρε, όμμα καθαρώτατον εξετάζον τα κρυπτά·
χαίρε, στόμα ιερώτατον ερμηνεύον μυστικά.
Χαίρε, των ιερέων σεμνόν εγκαλλώπισμα·
χαίρε, των αθλουμένων εν Άθωνι κόσμημα.
Χαίρε, πολλοίς παρέχων βοήθειαν·
χαίρε, λαλών ημίν την αλήθειαν.
Χαίρε, σοφέ ιατρέ νοσημάτων·
χαίρε, πηγή των ψυχής ιαμάτων.

Χαίροις, πάτερ Πορφύριε.

Δόκιμος ανεδείχθης παλαιστής του Βελίαρ,συντρίψας αυτόν τη ταπεινώσει.
Και το γέρας της νίκης λαβών, απεστάλης κόσμῳ βοηθός, όσιε,ποιμαίνων και ιώμενος βοώντας ευγνωμόνως ούτως·

Αλληλούϊα.

Έχων εν τη ψυχή σου τα χαρίσματα, πάτερ, ανέδραμες προς την σην πατρίδα. Και εν τη Χαραλάμπους μονή ασκούμενος και διακονών, όσιε, ιάτρευες τους πάσχοντας, ως ψάλλειν εν χαρά τοιαύτα·

Χαίρε, χαρά απάσης Ευβοίας·
χαίρε, καρπέ πολλής ευσεβείας.
Χαίρε, ερευνῶν μυστικά συνειδήσεων·
χαίρε, διαλύων πλοκάμους συγχύσεων.
Χαίρε, άνθρωπε ουράνιε, γην οικήσας ταπεινώς·
χαίρε, άγγελε επίγειε, δι’ ον χαίρει ουρανός.
Χαίρε, ότι πικρίας καρδιών αφανίζεις·
χαίρε, ότι χαράν και ελπίδα χαρίζεις.
Χαίρε, χορών αγγέλων ο μέτοχος·
χαίρε, χαράς και λύπης συμμέτοχος.
Χαίρε, Θεού προς ημάς ευλογία·
χαίρε, ημών η χαρά και υγεία.

Χαίροις, πάτερ Πορφύριε.

Ζήλον έχων, θεόφρον, επιστρέψαι ως πλείους τη μάνδρᾳ του Χριστού, του σωθήναι, εις Αθήνας ήλθες ταπεινός· εν ναϋδρίῳ δὲ υπηρετών έσῳζες πολλούς εις σε προστρέχοντας, ως κράζειν τω Κυρίῳ ούτως·

Αλληλούϊα.

Ήθλεις εν Ομονοίᾳ καταπλήσσων τους πάντας, ως άγγελος οικών Βαβυλώνα. Και εγένου εν ταις Αθήναις ιατρός και πάσιν οδηγός, όσιε,πολλούς Χριστώ ανάγων, ώστε κράζειν σοι σωθέντας ταύτα·

Χαίρε, δι’ ου ο Χριστός υμνείται·
χαίρε, εξ ου ο εχθρός φοβείται.
Χαίρε, Εκκλησίας Ελλάδος το καύχημα·
χαίρε, της Ευβοίας λαμπρόν το διάδημα.
Χαίρε, ότι σην καρδίαν αεί είχες καθαράν·
χαίρε, ότι και μυστήρια ηξιώθης διοράν.
Χαίρε, ο τους αγώνας νικηφόρως ανύσας·
χαίρε, την τεθλιμμένην ατραπόν διανύσας.
Χαίρε, πολλή υψωθείς ταπεινώσει·
χαίρε, σοφίζων απλούς θείᾳ γνώσει.
Χαίρε, εις ον Αθηναίοι προστρέχουσι·
χαίρε, δι’ ου εις Χριστόν επιστρέφουσι.

Χαίροις, πάτερ Πορφύριε.

Θαύματα επετέλεις αφανώς ασθενέσι ταις θείαις προσευχαίς σου, παμμάκαρ. Και τας των ιαθέντων τιμάς Γερασίμῳ ένεμες σεμνώς, όσιε. Διό σου την ταπείνωσιν εδόξαζον Χριστώ βοώντες·

Αλληλούϊα.

Ίον, μύρον ευώδες αποπνέον εν κόσμῳ, εδείχθης, οσιώτατε πάτερ. Και λαός ευφραίνετο εν σοί πάμπολυς πιστώς σε ασπαζόμενος, και κράζων εν χαρά τοιαύτα·

Χαίρε, πολλούς ο τη πίστει στηρίζων·
χαίρε, αγάπην λαου ο θερίζων.
Χαίρε, ιερέων ο τύπος ο άριστος·
χαίρε, ο κανών ευσεβείας ο άπταιστος.
Χαίρε, άνθος παραδείσιον εξανθήσαν επί γης·
χαίρε, ποταμέ βαθύρροε ευσπλαγχνίας και στοργής.
Χαίρε, της Εκκλησίας ο σεμνός υπηρέτης·
χαίρε, υπέρ αλγούντων εν δεινοίς ο ευχέτης.
Χαίρε, κλεινόν της χάριτος οίκημα·
χαίρε, λαμπρόν πιστών το εντρύφημα.
Χαίρε, οικών εν Θεού Βασιλείᾳ·
χαίρε, στολίσας πολλούς ευσεβείᾳ.

Χαίροις, πάτερ Πορφύριε.

Κόσμον όλον ηγάπας, ει και πάντα ηρνήθης τα τερπνά και ηδέα του κόσμου. Μύστης όντως των εν ουρανοίς, διηκόνεις πάντας εν χαρά, άπαντα ευχαίς σου αγιάζων, και διδάσκων πάσι ψάλλειν ούτως·

Αλληλούϊα.

Λάμψις όλη ηλίου περιέβαλε, πάτερ, σεπτήν τε πολιάν κεφαλήν σου,
επισκεπτομένου σε Θεού, χάριτι, ποιουντός τε ιάσθαί σε τους ασθενούντας, ώστε ψάλλειν·

Χαίρε, πλασθείς φωτός Θαβωρίου·
χαίρε, γευθείς ζωής ουρανίου.
Χαίρε, του Χριστού ιερεύς ευλαβέστατος·
χαίρε, εντολών τηρητής ακριβέστατος.
Χαίρε, σκήνωμα απλότητος και αγάπης θεϊκής·
χαίρε, έμπλεως γενόμενος θεωρίας μυστικής.
Χαίρε, ότι εφάνης η λαμπάς της αγνείας·
χαίρε, ότι εδείχθης κοινωνός απαθείας.
Χαίρε, ο χαράν προς όλους σκορπίσας·
χαίρε, ο Χριστόν σφοδρώς αγαπήσας.
Χαίρε, αεί προς Θεόν μεσιτεύων·
χαίρε, Παρθένον αγνήν ικετεύων.

Χαίροις, πάτερ Πορφύριε.

Μέγας εν τοις οσίοις αθλητής ανεδείχθης, ταπείνωσιν την άκραν ασκήσας
και αγάπην πολλήν εν ταυτώ. Και δαιμόνων φόβος και κλαυθμός γέγονας
διώκων τούτους, όσιε, ως χαίροντας ημάς συμψάλλει.

Αλληλούϊα.

Νους ορών ταις ακτίσι Παρακλήτου εφάνης και μύστης φοβερών και αρρήτων. Ερμηνεύων δ’ ανθρώποις αυτά, και προφήτης όντως δέδειξαι, όσιε, μηνύων τα συμφέροντα τοις κράζουσιν εν θάμβει ούτως·

Χαίρε, απορρήτων Θεού ο προφήτης·
χαίρε, ο των λόγων Χριστο'υ υποφήτης.
Χαίρε, ο αιδέσιμος πάσι και τίμιος·
χαίρε, αληθείας η βάσις στερέμνιος.
Χαίρε, δώρον το θεόσταλτον, προσφερόμενον ημίν·
χαίρε, πάντων καταφύγιον ναυαγών και ὁ λιμήν.
Χαίρε, ο χορηγών τοις ασθενέσιν ιάσεις·
χαίρε, ο ερευνών τα μυστικά διοράσει.
Χαίρε, καρπόν τρυγήσας θεώσεως·
χαίρε, τυχών καλής αλλοιώσεως.
Χαίρε, ναέ ουρανίου σοφίας·
χαίρε, στολήν ο πλουτών παρρησίας.

Χαίροις, πάτερ Πορφύριε.

Ξένα πάντως ποιών συ, καταπλήττεις τον κόσμον τον νουν εις ουρανούς ανατείνων, απελαύνων ευχή δαίμονας φρικτούς, θεραπεύων πάντα πάθη δυσίατα, γνωστά ποιών απόκρυφα πιστοίς, οι τω Χριστώ βοώσιν·

Αλληλούϊα.

Όλος ήσθα εν κόσμῳ, και συνάμα μετείχες της του Άθωνος τερπνής ερημίας. Η καρδία σου ην εν αυτή καὶ ουδόλως απήσθα αυτής πνεύματι. Εν Καυσοκαλυβίοις κοιμηθέντι δε, βοώμεν ταύτα·

Χαίρε, χαράν, ειρήνην ο έχων·
χαίρε, δ’ ημίν ο ταύτα παρέχων.
Χαίρε, μοναζόντων ασύγκριτον άκουσμα·
χαῖρε, ἀσκουμένων ἐν κόσμῳ τὸ καύχημα.
Χαίρε, αηδών γλυκύλαλος βίου ησυχαστικού·
χαίρε, ο πετών χρυσάετος νόου διορατικού.
Χαίρε, ότι υδάτων εντοπίζεις τας φλέβας·
χαίρε, ο και απίστων αποσπάσας το σέβας.
Χαίρε, εν ω σεμνύνονται γέροντες·
χαίρε, δι’ ου καθαίρονται πταίοντες.
Χαίρε, πολλών ασθενών η υγεία·
χαίρε, Χριστού αληθής μαρτυρία.

Χαίροις, πάτερ Πορφύριε.

Πάτμῳ αποκαλύψεις ηξιώθης ιδείν τεκαί ακούσαι ως ο Ιωάννης.Και αρθείς εν εκστάσει μικρά, εθεώρεις πάντα φοβερά, όσιε,και έμφοβος προς Κύριον εβόας ευγνωμόνως ούτως·

Αλληλούϊα.

Ρώμην έχων εξ ύψους Παρακλήτου τε χάριν, εδείχθης θεοφόρος εν κόσμῳ. Την του μύρου απέπνεις οσμήν· εθεάθης πάσχοντας επισκέπτεσθαι, αγίους δ’ υποδέχεσθαι. Θαυμάζοντες διό βοώμεν·

Χαίρε, ο θείας ιδών οράσεις·
χαίρε, παρέχων ημίν ιάσεις.
Χαίρε, καθ’ ύπαρ ο αγίους δεχόμενος·
χαίρε, αθέατος αέρι πετόμενος.
Χαίρε, άγιε εγκόσμιε ταπεινώσει υψωθείς·
χαίρε, πάμπολλα χαρίσματα Παρακλήτου ο δεχθείς.
Χαίρε, των Αθηναίων τας καρδίας ηδύνας·
χαῖρε, ἀσθενειῶν σου ὑπομείνας ὀδύνας.
Χαίρε, πηγή ιάματα βρύουσα·
χαίρε, αυγή ερέβη φωτίζουσα.
Χαίρε, ο γνούς τον Θεόν και ποθήσας·
χαίρε, πολλούς εις Χριστόν ο ζωγρήσας.

Χαίροις, πάτερ Πορφύριε.

Σάλον τον εν καρδίαις καταπαύεις ευχαίς σου, γαλήνην χορηγών ημίν, πάτερ. Καταυγάζεις σκότος του νοός και εμπνέεις ύμνους προς Θεόν, όσιε. Διόπερ ευγνωμόνως ανυμνούντες τω Θεώ βοώμεν·

Αλληλούϊα.

Τέλειος απεδείχθης ως ποιμήν των ανθρώπων, την ψυχήν σου τιθείς υπέρ τούτων. Αποκόπτων γαρ θέλημα σον, εμαρτύρεις καθ’ ημέραν, όσιε, γενόμενος διάκονος των εν χαρά προς σε βοώντων·

Χαίρε, Χριστόν εν πόθῳ ζητήσας·
χαίρε, αυτού τη πίστει αθλήσας.
Χαίρε, απαθείας λαμπρόν ενδιαίτημα·
χαίρε, εκπληρών ευσεβούντων παν αίτημα.
Χαίρε, νους ο καθαρώτατος μυστηρίων θεωρός·
χαίρε, πάντων, εν πολέμοις του Βελίαρ, ο φρουρός.
Χαίρε, ο αψηφών τας απειλάς του δολίου·
χαίρε, ο εντρυφών εν διδαχαίς του Κυρίου.
Χαίρε, σεπτή εικών της πραότητος·
χαίρε, πολλής τυχών ιλαρότητος.
Χαίρε, δι’ ου Εκκλησία υμνείται·
χαίρε, δι’ ου απιστία κλονείται.

Χαίροις, πάτερ Πορφύριε.

Ύμνους ευχαριστίας, εκ δεινών λυτρωθέντες, προσφέρομεν τη ση ευσπλαγχνίᾳ. Αγαπήσας γαρ ως τέκνα ημάς, τας αγκάλας είχες ανοικτάς, όσιε, αεί του θάλπειν άπαντας και στέγεις τους προς Κύριον βοώντας·

Αλληλούϊα.

Φωτοφόρος εφάνης προσευχόμενος, πάτερ, εκπλήξας ευσεβείς σε ιδόντας.
Τὸ γαρ άϋλον ήστραπτε φως χορηγόν σοι γνώσιν ερευνάν άρρητα,
ιάσθαί τε νοσήματα των μελῳδούντων σοι τοιαύτα·

Χαίρε, λαμπάς Χριστού πυρφόρε·
χαίρε, πατήρ αληθώς Χριστοφόρε.
Χαίρε, ευσεβείας πηγή η αστείρευτος·
χαίρε, αληθείας φωνή αδιάψευστος.
Χαίρε, ότι σω χαρίσματι Κύπρῳ είδες εισβολήν·
χαίρε, ότι αποτρέπεις των δαιμόνων προσβολήν.
Χαίρε, την ησυχίαν εκ ψυχής ο ποθήσας·
χαίρε, ποιμαντικήν ταπεινώς ο ασκήσας.
Χαίρε, Χριστώ την αγάπην εκφαίνων·
χαίρε, ψυχάς τεθλιμμένων ευφραίνων.
Χαίρε, μονής σου φρουρός και προστάτης·
χαίρε, πολλών εν δεινοίς παραστάτης.

Χαίροις, πάτερ Πορφύριε.

Χάριν έλαβες, πάτερ, και πηγάς εντοπίζειν υδάτων, εν τω βάθει γης όντων. Και πολλοίς υπέδειξας αυτάς, ώστε γεωλόγους απορείν, όσιε, χαίρειν δε γαιοκτήμονας και κράζειν ευχαρίστως·

Αλληλούϊα.

Ψάλλοντες ευφροσύνως χαρισμάτων σου πλήθος, υμνούμεν Παναγίαν Τριάδα. Υπ’ αυτής ανεδείχθης ανήρ διορατικός και βρύων ιάματα, φωτίζων τε μυστήρια, εμπνέων δε βοάν σοι πάντας·

Χαίρε, πασών αρετών η ακρότης·
χαίρε, ζωής εν αγνείᾳ πιστότης.
Χαίρε, ευσεβείας θεμέλιος άρρηκτος·
χαίρε, αληθείας κρουνός ο αείρυτος.
Χαίρε, κρίνον το ηδύπνοον παραδείσου μυστικού·
χαίρε, άστρον φαεινότατον ουρανού πνευματικού.
Χαίρε, της Εκκλησίας λαμπρότης και δόξα·
χαίρε, του αντιπάλου συντρίβων τα τόξα.
Χαίρε, Ευβοίας ο θείος Ευάγγελος·
χαίρε, χαράς, ελπίδος τε άγγελος.
Χαίρε, παθών μιαρών ο καθαίρων·
χαίρε, ψυχάς προς ουράνια αίρων.

Χαίροις, πάτερ Πορφύριε.

Ω τρισόλβιε πάτερ, ασκητών ωραιότης, Πορφύριε, απάντων προστάτα· (γ΄)
μετ’ αγγέλων Χριστόν ανυμνών, μετανοίας δάκρυα ημίν πάρεχε, και Παραδείσου αίτησον απόλαυσιν τοις συμβοώσιν·

Αλληλούϊα.

Και αύθις το Κοντάκιον.

Ήχος πλ. δ΄. «Τῇ Υπερμάχῳ».

Του Παρακλήτου τον ναόν τον αγιώτατον, και της Πανάγνου Θεοτόκου προσφιλέστατον ανυμνήσωμεν Πορφύριον εκ καρδίας. Αγαπά γαρ και ιάται πάντας, και φρουρεί, και πρεσβεύει, ίνα τύχωμεν θεώσεως. Όθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Δίστιχον.

Παράσχου, Πορφύριε, χαράν, υγείαν τω, 
χαίρε, βοώντί σοι νυν Ευαγγέλῳ.



Εὐαγγέλου Καραδήμου, 
Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί),
Αθήνα 2008







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου