Δευτέρα, 2 Δεκεμβρίου 2013

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΟΡΦΥΡΙΟ ΤΟΝ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ





ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΟΣΙΟ ΘΕΟΦΟΡΟ ΠΑΤΕΡΑ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟ ΤΟΝ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗ, ΤΟΝ ΔΙΟΡΑΤΙΚΟ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟ




Ο Ιερεύς:
Ευλογητός ο Θεός ημών, πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο Χορός:
Αμήν.  

Ψαλμός ρμβ΄ (142) 

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Και ευθύς το. 

Ήχος δ΄

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. γ΄ Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 Είτα τα παρόντα Τροπάρια. 

 Ήχος πλ. δ΄ «Ο υψωθείς εν τω Σταυρώ»

Τω υπηρέτῃ του Χριστού Πορφυρίῳ, χαριτωθέντι δωρεαίς εξαισίαις, προσείπωμεν δεόμενοι εκ βάθους ψυχής· άγιε Πορφύριε, ταπεινών ο προστάτης, λύτρωσαι δεόμεθα, πατρική σου πρεσβείᾳ, πάσης ανάγκης, νόσων και δεινών, τους αιτουμένους την χάριν την θείαν σου.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.  

Ευαρεστήσας τω Χριστώ εν τω κόσμῳ, μετά αγγέλων φωτεινών συγχορεύεις, μεθ’ ων τον αίνον άληκτον προσφέρεις τω Θεώ, όσιε Πορφύριε, μύστα των απορρήτων, αποκρύφων γνώστα τε μυστηρίων βαθέων, α διοράν σοι έδωκε Χριστός, βραβεύων, πάτερ, την σην καθαρότητα.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον. 

Ου σιωπήσωμεν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, εως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σού. Σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)

Ελέησον με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου,  εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου έστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα,  όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσης  εν τω κρίνεσθαί σε. Ιδοί γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινομένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί  ο Θεός, και πνεύμα ευθές εγκαίνησον εν τοις εγκάτοις μου. Μη απορρίψης με  από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στηριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αινεσίν Σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινομένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον,  Κύριε , εν τη ευδοκίαν σου την Σιώ, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Είτα ψάλλομεν τον κανόνα.

Ο Κανών, ου η ακροστιχίς·
Που καταφύγω; Πορφυρίου σκέπῃ. Ευαγγέλου.

Ωδή α΄ Ειρμός  Ήχος πλ. δ΄ 

Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα, Τω Λυτρωτή και Θεώ ημών άσωμεν. 

Άγιε του Θεού πρέσβευε υπέρ ημών. 

Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, ως μεσίτῃ προς τον Θεόν· ειρήνευσον, πάτερ, την ζωήν μου και παύσον σάλον αθλίας καρδίας μου.

Άγιε του Θεού πρέσβευε υπέρ ημών. 

O῾σίως ανύσας σου την ζωήν, ευχαίς σου νυν εύρες παρρησίαν προς τον Θεόν· προς
Ον μεσιτεύων ασθενούντας ιάσαι, πάτερ, και λύεις νοσήματα.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Υμνών τον Σωτήρα εν ουρανοίς φρουροίς τας μονάς σου εν τω Άθῳ και Αττική, παρέχων την χάριν τοις σοις τέκνοις του εκνικάν τα δαιμόνων φρυάγματα.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον. 

Καυσοκαλυβίων τον αθλητήν και την Θεοτόκον ανυμνήσωμεν εν ωδαίς, πρεσβεύειν αιτούντες προς Σωτήρα και βοηθείν εν κινδύνοις και θλίψεσι.

  Ωδή γ΄ Ειρμός 

Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη ση, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε. 

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ἀγαλλόμενοι πάντες, ως εν χορώ, κράζομεν σου τους άθλους, πάτερ, αινούντες και τους αγώνας σου κατά του άρχοντος των ακαθάρτων πνευμάτων, ου μανίας, όσιε, σώζε υμνούντάς σε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ταπεινώσεως άκρας, υπακοής πρότυπον όντως ασκουμένων εγένου όρει εν Άθωνι και εις την Εύβοιαν, εν τη μονή Χαραλάμπους· όθεν χάριν έλαβες πλήττειν τους δαίμονας.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Απορρήτων τον μύστην, θαυματουργόν όσιον, πάσης Αττικής τον προστάτην πάντες δοξάσωμεν, ύμνοις εξαίροντες, των χαρισμάτων το πλήθος, δι’ ων ο Παράκλητος τούτον εκόσμησε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον. 

Φυλακτήριον πάντων από δεινών, θλίψεων, συ υπάρχεις μόνη, Παρθένε φρούρει υμνούντάς σε εν τω ελέει σου, πρεσβείαις του Πορφυρίου, πανελλήνων Γέροντος, παντελεήμονος.

Διάσωσον από κινδύνων τους δούλους σου, θείε Πάτερ, τους την σην εν δεινοίς
αιτούντας βοήθειαν και δίωξον άγχος και ακηδίαν.

Eπίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι τής ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.

Ήχος β΄ «Πρεσβεία θερμή»

Φυλάξαι ημάς δεόμεθα εκ θλίψεων, τηρήσαι πιστούς τη πίστει του Χριστού ημών,
Πορφύριε όσιε, της Ευβοίας άγιον βλάστημα, της Εκκλησίας καύχημα σεπτόν
και πάντων οσίων εγκαλλώπισμα.

 Ωδή δ΄ Ειρμός

Εισακήκοα, Κύριε, της οικονομίας σου το μυστήριον, κατενόησα τα έργα σου, και εδόξασά σου την θεότητα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Υψωθείς εν παλαίσμασι προς τον φθονερόν των ανθρώπων τύραννον, θείον στέφος,
πάτερ, έλαβες νικητής προβάς ως ωραιότατος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Γέρας πόνοις σου δέδοται το διερμηνεύειν σε τα μυστήρια, και τα μέλλοντα προβλέπειν
σε και ιάσθαι πάντα τα νοσήματα.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ω καινά και θαυμάσια τα τη χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ύμνους
πλέξω σοι; Δειλιώ, ω πάτερ, και εξίσταμαι.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον. 

Παναγία μου Δέσποινα, των αγγέλων θαύμα το ακατάληπτον, υμνῳδείν σε καταξίωσον
του Σωτήρος πάντων την γεννήτριαν.

Ωδή ε΄ Ειρμός

Φώτισον ημάς, τοις προστάγμασί σου, Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ρώσιν εν δεινοίς σε, Πορφύριε, κεκτήμεθα, σοι προσφεύγοντες θερμαίς εν προσευχαίς,
ως μεσίτῃ προς Θεόν τον πανοικτίρμονα.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Φύλαξον ημάς τους τιμώντάς σε, Πορφύριε, χορηγών της μαρτυρίας του Χριστού
την προαίρεσιν και ζέσιν θείας πίστεως.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον.

Ύμνον σοι, Αγνή, ευφροσύνως αναμέλπομεν, των αγγέλων ούσαν όντως γλυκασμόν,
και πικρίαν Εύας λύσασαν τω τόκῳ σου.

Ωδή στ΄ Ειρμός

Την δέησιν εκχεώ προς Κύριον,  και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω Άδη προσήγγισε, και δέομαι ως Ιωνάς, Εκ φθοράς, ο Θεός με ανάγαγε. 

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ρωννύμεθα ταις ευχαίς σου, όσιε, και ψυχάς εις ουρανούς ανυψούμεν, υπομονήν και ανδρείαν πλουτούντες εν πειρασμοίς και δειναίς επιθέσεσι, Πορφύριε, πάτερ ημών·
όθεν πάντες κοινή ανυμνούμέν σε.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ιώμενος πάσαν νόσον, όσιε, αγαπάν ημάς Σωτήρα κελεύεις όλῃ ψυχή, και νοι, και καρδίᾳ,
και προς Αυτόν αναπέμπειν την δέησιν, ότι Αυτός προνοητής και ημών αντιλήπτωρ γεγένηται.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ολόφωτος η σεπτή σου, όσιε, κεφαλή, χάριτι θείᾳ εφάνη τον θείον μύστην Χριστού
προδηλούσα τη προσελθούσῃ γυνή προς προσκύνησιν, πληρώσασα εκ θαυμασμού την ψυχήν ταύτης, μάκαρ Πορφύριε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον.

Υμνουντές σε, Θεοτόκε Άχραντε, τας ψυχάς ημών γαλήνης πληρούμεν, τη του Υιού σου
αγάπῃ θαρρούντες και μητρικαίς σου πρεσβείαις ελπίζοντες, δεόμενοι επιτυχείν
παραδείσου τερπνού απολαύσεως.

Διάσωσον από κινδύνων, Πορφύριε, σους ικέτας και παράσχου τη ση μονκή βοήθειαν, όσιε, ως έχων προς Κύριον παρρησίαν.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το εγκώμιον του Αγίου.

«Κοντάκιον»
Ήχος β΄  «Προστασία  των  χριστιανών»

Στεναζόντων πάντων η παράκλησις γέγονας, κλονουμένων εν πίστει, τοις θαύμασι στήριγμα. Όθεν πάντες προς την σην χάριν σπεύδομεν πιστοί πολλής δέξασθαι σης αρωγής εν τω πελάγει της ζωής και τη ζάλῃ των θλίψεων. Δίδου ημίν υγείαν, ψυχής τε την ευρωστίαν, ευχαίς σου, πάτερ, προς Θεόν, ικετεύομεν οι δούλοι σου.

«Προκείμενον»  

Τίμιος εναντίον Κυρίου, ο θάνατος του Οσίου Αυτού. (γ΄)

Στίχος: Τοις αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.

Ο Ιερεύς:  Και υπέρ του καταξιωθήναι... και τα λοιπά.

 Ευαγγέλιον.

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς· Πάντα μοι παρεδόθη υπό του Πατρός μου· και ουδείς επιγινώσκει τον Υιόν, ει μη ο Πατήρ· ουδέ τον Πατέρα τις επιγινώσκει, ει μη ο Υιός, και ω εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ’ υμάς, και μάθετε απ’ εμού, ότι πραός είμι και ταπεινός τη καρδίᾳ, και εὑρήσετε ἀνάπαυσιν ταις ψυχαίς υμών. Ο γαρ ζυγός μου χρηστός, και το φορτίον μου ελαφρόν έστιν.

Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον. 

Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων. 

Στίχος: Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος 
των οικτιρμών Σου,  εξάλειψον το ανόμημά μου.

«Προσόμοιον»

Καυσοκαλυβίων τε του όρους Άθωνος μύστην, μοναχών το σέμνωμα, ιερέων πάντιμον εγκαλλώπισμα, ιατρόν άριστον, ορφανών πατέρα, των πιπτόντων σε ανόρθωσιν έγνωμεν, όσιε, και των δαιμονόντων την λύτρωσιν· γαλήνης ημίν πρόξενον και χαράς μεγάλης τον αίτιον. Όθεν σοι βοώμεν· μη παύσῃ επισκέπτεσθαι ημάς, ιάσθαι, πάτερ Πορφύριε, και φυλάττειν δούλους σου.

Ο Ιερεύς: Σώσον ο Θεὸς τον λαόν σου… 

Ωδή ζ΄ Ειρμός 

Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει της Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες, Ο των Πατέρων ημών Θεός, ευλογητός ει. 

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Εν απλότητι όλην την ζωήν σου διήλθες και υπηρέτησας Θεώ τε και ανθρώποις, νυκτός τε και ημέρας προσευχόμενος, όσιε, και φέρων πόνους ημών, Πορφύριε, παμμάκαρ.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Πατρικήν σου πρεσβείαν, εκζητούμεν, τρισμάκαρ, προς τον Θεόν ημών, ίνα διασωθώμεν
κινδύνων και μανίας πονηρού πολεμήτορος, θαρρούντες, πάτερ, τη ση μεγάλῃ ευσπλαγχνίᾳ.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Ηγαπήθης υφ’ όλων, ως αγάπην πηγάζων και πλημμυρών ημάς, πληγάς τε θεραπεύων,
δαιμόνια εκβάλλων, και εκ πόνων λυτρούμενος, παρέχων χάριν δ’ αεί τοις αιτουμένοις πάσι.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον.

Ευγνωμόνως υμνούμεν Σε, Παρθένε και μήτερ Θεοχαρίτωτε, ως τέξασαν τω κόσμῳ Σωτήρα απειράνδρως και Θεόν Πανοικτίρμονα, προς ον πρεσβεύεις αεί σωθήναι τους ανθρώπους.

Ωδή η΄ Ειρμός 

Τον Βασιλέα των ουρανών, ον υμνούσι στρατιαί των Αγγέλων, υμνείτε, και υπερυψούτε   
εις πάντας τους αιώνας. 

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Υπέρ υγείας και σωτηρίας του κόσμου τας ευχάς σου Χριστώ συ προσάγεις, όθεν
σε υμνούμεν, Πορφύριε, θεόφρον.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Αμαρτιών μου Συ την πληθύν άφες, Σώτερ, Πορφυρίου θερμαίς ικεσίαις,
και εν μετανοίᾳ τον βίον μου παράσχου.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Γαλήνην δίδου τρικυμιζούσῃ καρδίᾳ, των δεινών τας οδύνας πραύνων χάριτί σου,
πάτερ, καμνόντων ευεργέτα.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον.

Γέγονας μήτηρ, εν παρθενίᾳ τελούσα, τον Θεόν και Σωτήρα τεκούσα, ον εκδυσωπούσα,
κινδύνων σῴζεις πάντας.

Ωδή θ΄ Ειρμός

Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι δια σου σεσωσμένοι, Παρθένε αγνή, συν Ασωμάτοις χορείαις, σε μεγαλύνοντες.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ελέησον ικέτας και προσπίπτοντάς σοι την ευσπλαγχνίαν την σην αναμένοντας, παρέχων
χάριν, υγείαν και την μετάνοιαν.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Λαλήσας ο κωφός σοι την ευχαριστίαν, ως διά σου σεσωσμένος, προσέφερε, των συγγενών θαυμαζόντων και προσκυνούντων σε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Ο  νέος εν οσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε,
ελκύσας άνωθεν χάριν τη ταπεινώσει σου.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
Θεοτοκίον.

Υμνούμέν σε Παρθένε, Κεχαριτωμένη, ως την ελπίδα τω κόσμῳ δωρήσασαν,
τεκούσα πάσι Σωτήρα Θεόν και άνθρωπον.

Άξιον εστίν, ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν· την όντως Θεοτόκον, Σε μεγαλύνομεν.  

 Μεγαλυνάρια.

Χαίροις των οσίων η καλλονή και των ασκουμένων οδηγός και υπογραμμός.
Χαίροις ιερέων το στέφος και η δόξα, Πορφύριε τρισμάκαρ, Άθωνος καύχημα.

Ψάλλομέν σου, πάτερ, τας αρετάς, ταπεινοφροσύνην και την άκραν υπακοήν,
την διάκρισίν τε απλότητα, αγνείαν, αγάπης σου το εύρος το απροσμέτρητον.

Ως παιδίον γέγονας τη ψυχή, αμνησικακίαν και απλότητα ενδυθείς, θείων χαρισμάτων
τον πλούτον αποκρύπτων, τη ακενοδοξίᾳ πολιτευόμενος.

Διορατικών ήσθα κορυφή, προφητών μεγάλων πλησιέστατος συγγενής· ιαματικών τε
συνόμιλος αγίων, Πορφύριε, εδείχθης, Άθωνος κόσμημα.

Της Αποκαλύψεως θεωρός, της προς Ιωάννην, εν τη Πάτμῳ συ γεγονώς, ώφθης μύστης μέγας των θείων μυστηρίων, τα Χερουβείμ εγγίσας τη ταπεινώσει σου.

Ναυαγών του βίου ώφθης λιμήν και των θλιβομένων η παράκλησις η θερμή, των απολωλότων ποιμήν της Εκκλησίας, και κρήνη ιαμάτων της θείας χάριτος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς,
οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τω σωθήναι ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (τρις) 

Δόξα Πατρί και Υιώ και Αγίῳ Πνεύματι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα 
 συγχώρησον τας ανομίας ημίν. Άγιε επίσκεψαι και ίασαι τας ασθενείας 
ημών ένεκεν του ονόματός Σου.

 Κύριε ελέησον. (τρις)  

Δόξα Πατρὶ και Υιώ και Αγίῳ Πνεύματι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτῳ το όνομά Σου, ελθέτῳ η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου, ως εν ουρανώ και επί της γης· τον άρτον ημών των επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ο Ιερεύς: Ότι σου έστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

«Απολυτίκον»

'Ηχος α΄  «Της Ερήμου Πολίτης» 

Της Εὐβοίας τον γόνον, Πανελλήνων τον Γέροντα, της Θεολογίας τον μύστην και Χριστού φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τον πλήρη χαρισμάτων εκ παιδός. Δαιμονώντας γαρ λυτρούται, και ασθενείς ιάται πίστει κράζοντας· δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε αγιάσαντι, δόξα τω ενεργούντι διά σου πάσιν ιάματα.

Ο Ιερεύς μνημονεύει των υπέρ ων η Παράκλησις.
Εις την Απόλυσιν ψάλλομεν αργώ τα κάτωθι τροπάρια. 

Ήχος β΄ «Ότε εκ του ξύλου».

Πάσι τοις τιμώσιν ευλαβώς ιεράν την μνήμην σου, πάτερ, και δεομένοις πιστώς δώρησαι την ίασιν παθών, Πορφύριε· και κινδύνων και θλίψεων και ζάλης του κόσμου λύτρωσαι πρεσβείαις σου τους σοι προστρέχοντας· έχεις γαρ πολλήν παρρησίαν, ως Χριστού θεράπων και φίλος, μεσιτεύειν, όσιε, προς Κύριον.

Ήχος πλ. δ΄

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι 
ημάς, από πάσης ανάγκης και θλίψεως. 

Ήχος β΄

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, 
φύλαξόν με υπό την σκέπην σου.


Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.
Αμήν.


«Δίστιχον»

Πορφύριε, φύλαττε θερμαίς ευχαίς σου
Ευάγγελον μέλψαντα θαυμάσιά σου.



Ευαγγέλου Καραδήμου, 
Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικός Κανών και Χαιρετισμοί), 
Αθήνα 2008



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου