Δευτέρα, 5 Αυγούστου 2013

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ




ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ



Ο Ιερεύς:
Ευλογητὸς ο Θεὸς ημών, πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο Χορός:
Αμήν.  

Ψαλμός ρμβ΄ (142) 

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πας ζων. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Και ευθύς το.

Ήχος δ΄

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτούς.  

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. γ΄ Παρὰ Κυρίου εγένετο αύτη, και έστι θαυμαστὴ εν ὀφθαλμοίς ημών. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 Είτα τα παρόντα Τροπάρια.

 Ήχος δ΄ «Ο υψωθείς εν τω Σταυρώ»

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί, και προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα, βοήθησον εφ’ ημίν σπλαγχνισθείσα, σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων, μη αποστρέψης σους δούλους κενούς, σε γαρ και μόνην ελπίδα κεκτήμεθα.  

 Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 
Ου σιωπήσωμεν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, εως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σού. Σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)

Ελέησον με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου,  εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου έστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα,  όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσης  εν τω κρίνεσθαί σε. Ιδοί γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινομένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί  ο Θεός, και πνεύμα ευθές εγκαίνησον εν τοις εγκάτοις μου. Μη απορρίψης με  από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στηριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αινεσίν Σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινομένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον,  Κύριε , εν τη ευδοκίαν σου την Σιώ, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

 Είτα ψάλλομεν τον κανόνα.

 Ωδή α΄ Ειρμός  Ήχος πλ. δ΄ 
 
Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα,
Τω Λυτρωτή και Θεώ ημών άσωμεν. 

Υπεραγία Θεοτόκε, σώσον ημάς. 

 
Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, σωτηρίαν επιζητών. Ώ Μήτερ του Λόγου και Παρθένε, των δυσχερών και δεινών με διάσωσον. 


Υπεραγία Θεοτόκε, σώσον ημάς. 

 
Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας, εμπιπλώσαι μου την ψυχήν, ειρήνευσον, Κόρη, τη γαλήνη, τη του Υιού και Θεού σου, Πανάμωμε. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

 Σωτήρα τεκούσαν σε και Θεόν, δυσωπώ, Παρθένε, λυτρωθήναι με των δεινών, σοι γαρ νυν προσφεύγων ανατείνω, και την ψυχήν και την διάνοιαν.   

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  

 Νοσούντα το σώμα και την ψυχήν, επισκοπής θείας, και προνοίας της παρά σου, αξίωσον, μόνη Θεομήτορ, ως αγαθή αγαθού τε λοχεύτρια.  

  Ωδή γ΄ Ειρμός 
 
Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη ση, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε. 


Υπεραγία Θεοτόκε, σώσον ημάς.

Προστασίαν και σκέπην, ζωής εμής τίθημι, Σε, Θεογεννήτορ, Παρθένε, συ με κυβέρνησον, προς τον λιμένα σου, των αγαθών η αιτία, των πιστών το στήριγμα,
μόνη πανύμνητε.  

Υπεραγία Θεοτόκε, σώσον ημάς.
 
Ικετεύω, Παρθένε, τον ψυχικόν τάραχον, και της αθυμίας την ζάλην διασκεδάσαι μου, συ γαρ, Θεόνυμφε, τον αρχηγόν της γαλήνης, τον Χριστόν εκύησας, μόνη πανάχραντε. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Ευεργέτην τεκούσα, τον των καλών αίτιον, της ευεργεσίας τον πλούτον, πάσιν ανάβλυσον, πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύϊ, τον Χριστόν κυήσασα, Θεομακάριστε.  

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν. 
 
Χαλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν, εξεταζομένω, Παρθένε, συ μοι βοήθησον, των ιαμάτων γαρ, ανελλιπή σε γινώσκω, θησαυρόν, Πανάμωμε, τον αδαπάνητον. 

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν τού σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.


Αίτησις και το Κάθισμα.  

Ήχος β΄ «Τα άνω ζητών»  

 Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, τού κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς,  η μόνη ταχέως προστατεύουσα.  

 Ωδή δ΄ Ειρμός

Εισακήκοα, Κύριε, της οικονομίας σου το μυστήριον, κατενόησα τα έργα σου, και εδόξασά σου την θεότητα.
 
 Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των παθών μου τον τάραχον, η τον κυβερνήτην τεκούσα Κύριον, και τον κλύδωνα κατεύνασον, των εμών πταισμάτων, Θεονύμφευτε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
 
Ευσπλαγχνίας την άβυσσον, επικαλουμένω της σης παράσχου μοι, η τον εύσπλαγχνον κυήσασα, και Σωτήρα πάντων, των υμνούντων σε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

 Απολαύοντες, Πάναγνε, των σων δωρημάτων ευχαριστήριον,  αναμέλπομεν εφύμνιον, οι γινώσκοντες σε Θεομήτορα.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν. 
 
Οι ελπίδα και στήριγμα, και της σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, εκλυτρούμεθα.


Ωδή ε΄ Ειρμός
 
Φώτισον ημάς, τοις προστάγμασί σου, Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
 
Έμπλησον, Αγνή, ευφροσύνης την καρδίαν μου, την σην ακήρατον διδούσα χαράν, της ευφροσύνης, η γεννήσασα τον αίτιον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
 
Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, και την ειρήνην, την πάντα νουν υπερέχουσαν.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.
 
Λύσον την αχλύν, των πταισμάτων μου, Θεόνυμφε, τω φωτισμώ της σης λαμπρότητος, η φως τεκούσα, το θείον και προαιώνιον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  

 Ίασαι Αγνή, των παθών μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν, τη πρεσβεία σου παράσχου μοι.

Ωδή στ΄ Ειρμός
 
Την δέησιν εκχεώ προς Κύριον,  και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω Άδη προσήγγισε, και δέομαι ως Ιωνάς, Εκ φθοράς, ο Θεός με ανάγαγε. 

Υπεραγία Θεοτόκε, σώσον ημάς.
 
Θανάτου και της φθοράς ως έσωσεν, εαυτόν εκδεδωκώς τω θανάτω, την τη φθορά και θανάτω μου φύσιν,  κατασχεθείσαν, Παρθένε, δυσώπησον, τον Κύριον σου και Υιόν, τής εχθρών κακουργίας με ρύσασθαι.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
 
Προστάτιν σε, της ζωής επίσταμαι, και φρουράν ασφαλεστάτην Παρθένε, των πειρασμών διαλύουσαν όχλον,  και επηρείας δαιμόνων ελαύνουσαν, και δέομαι διαπαντός, εκ φθοράς των παθών μου ρυσθήναί με.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

 Ως τείχος, καταφυγής κεκτήμεθα, και ψυχών σε παντελή σωτηρίαν, και πλατυσμόν εν ταις θλίψεσι, Κόρη, και τω φωτί σου αεί αγαλλόμεθα. Ώ Δέσποινα, και νυν ημάς, των παθών και κινδύνων διάσωσον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  


 Εν κλίνη νυν, ασθενών κατάκειμαι, και ουκ έστιν ίασις τη σαρκί μου, αλλ’ η Θεόν και Σωτήρα του κόσμου, και τον λυτήρα των νόσων κυήσασα, σου δέομαι της αγαθής, εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν. 


 Αίτησις και το Κοντάκιον.
  Ήχος β΄

Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.

Ήχος δ΄
 
Εκ νεότητος μου, πολλά πολεμεί με πάθη, αλλ’ αυτός αντιλαβού, 

και σώσον, Σωτήρ μου. (δις)
 
Οι μισούντες Σιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ, πυρί έσεσθε απεξηραμμένοι. (δις)

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

 Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται τη Τριαδική μονάδι, ιεροκρυφίως.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  

 Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα άπασαν την κτίσιν,
προς ζωογονίαν.

 Προκείμενον.

 Μνησθήσομαι του ονόματος σου εν πάση γενεά και γενεά. (δις) 

 Στίχος: Άκουσον, θύγατερ, και ίδε, και κλίνον το ους σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου. Και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Του ονόματός σου μνησθήσομαι εν πάση γενεά και γενεά. 

Ο Ιερεύς:  Και υπέρ του καταξιωθήναι... και τα λοιπά.

 Ευαγγέλιον.

 Εν ταις ημέραις εκείναις,  αναστάσα  Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα, και εισήλθεν εις τον οίκον Ζαχαρίου, και ησπάσατο την Ελισάβετ. Και εγένετο ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής, και επλήσθη Πνεύματος  Αγίου η Ελισάβετ, και ανεφώνησε φωνή μεγάλη, και είπεν, Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου, και πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι  έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τον Κύριον, και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου, ότι επέβλεψεν επί τηv ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ, από του νυν μακαριούσι με πάσαι αι γενεαί. Ότι εποίησέ μοι μεγαλεία ο δυνατός, και άγιοv το  όνομα αυτού. Έμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρεις, και υπέστρεψεν εις τον οίκοv αυτής.

Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.   

Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

 Στίχος: Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος 
των οικτιρμών Σου,  εξάλειψον το ανόμημά μου.

 Ήχος πλ. β΄ «Όλην αποθέμενοι»

Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, του ικέτου σου, θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ που προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου, Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν, το συμφέρον ποίησον.
 

Ουδείς προστρέχων επί σοι, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.
 

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο Ιερεύς: Σώσον ο Θεὸς τον λαόν σου… 

 Κύριε, ελέησον (ιβ΄)

 Ωδή ζ΄ Ειρμός 
 
Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει της Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες, Ο των Πατέρων ημών Θεός, ευλογητός ει. 


Υπεραγία Θεοτόκε, σώσον ημάς. 


Την ημών σωτηρίαν, ως ηθέλησας Σώτερ, οικονομήσασθαι, εν μήτρα της Παρθένου, κατώκησας τω κόσμω, ην προστάτιν ανέδειξας, Ο των Πατέρων ημών Θεός, ευλογητός ει. 


Υπεραγία Θεοτόκε, σώσον ημάς. 


Θελητήν του ελέους, ον εγέννησας, Μήτερ αγνή δυσώπησον, ρυσθήναι των πταισμάτων, ψυχής τε μολυσμάτων, τους εν πίστει κραυγάζοντας, Ο των Πατέρων ημών Θεός, ευλογητός ει.  


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.  

 Θησαυρόν σωτηρίας, και πηγήν αφθαρσίας, την σε κυήσασαν, και πύργον ασφαλείας, και θύραν μετανοίας, τοις κραυγάζουσιν έδειξας, Ο των Πατέρων ημών Θεός, ευλογητός ει. 

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν. 

 Σωμάτων μαλακίας,  και ψυχών αρρωστίας, Θεογεννήτρια, των πόθω προσιόντων, τη σκέπη σου τη θεία, θεραπεύειν αξίωσον, η τον Σωτήρα Χριστόν, ημίν αποτεκούσα.  

Ωδή η΄ Ειρμός 

 
Τον Βασιλέα των ουρανών, ον υμνούσι στρατιαί των Αγγέλων, υμνείτε, και υπερυψούτε   εις πάντας τους αιώνας. 


Υπεραγία Θεοτόκε, σώσον ημάς. 


Τους βοηθείας, της παρά σου δεομένους, μη παρίδης Παρθένε, υμνούντας, και υπερυψούντας  σε, Κόρη, εις αιώνας. 


Υπεραγία Θεοτόκε, σώσον ημάς. 

 
Των Ιαμάτων, το δαψιλές επιχέεις, τοις πιστώς υμνούσι σε Παρθένε, και υπερυψούσι τον άφραστον σου τόκον. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.  

 Τας ασθενείας μου της ψυχής ιατρεύεις, και σαρκός τας οδύνας, Παρθένε, ίνα σε δοξάζω την Κεχαριτωμένην. 

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  

 Των πειρασμών συ τας προσβολάς εκδιώκεις, και παθών τας εφόδους Παρθένε, όθεν σε υμνούμεν  εις πάντας τους αιώνας.

Ωδή θ΄ Ειρμός


Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι δια σου σεσωσμένοι, Παρθένε αγνή, συν Ασωμάτοις χορείαις, σε μεγαλύνοντες.


Υπεραγία Θεοτόκε, σώσον ημάς.


Ροήν μου των δακρύων, μη αποποιήσης, η τον παντός εκ προσώπου παν δάκρυον,  αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.


Υπεραγία Θεοτόκε, σώσον ημάς. 


Χαράς μου την καρδίαν, πλήρωσον, Παρθένε, η της χαράς δεξαμένη το πλήρωμα, της αμαρτίας την λύπην, εξαφανίσασα. 


Υπεραγία Θεοτόκε, σώσον ημάς. 

 
Λιμήν και προστασία, των σοι προσφευγόντων, γενού Παρθένε, και τείχος ακράδαντον, καταφυγή τε και σκέπη, και αγαλλίαμα. 


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.  

 Φωτός σου ταις ακτίσι, λάμπρυνον, Παρθένε, το ζοφερόν της αγνοίας διώκουσα, τους ευσεβώς Θεοτόκον, σε καταγγέλλοντας. 

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν. 

 Κακώσεως εν τόπω,  τω της ασθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, εξ αρρωστίας εις ρώσιν, μετασκευάζουσα.

Άξιον εστίν, ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβεὶμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν· την όντως Θεοτόκον, Σε μεγαλύνομεν.  

 Μεγαλυνάρια.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν. 


Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή, προς σε καταφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, συ μοι βοήθησον. 


Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. Ώ Δέσποινα, του κόσμου γενού μεσίτρια. 


Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε, του οικτειρήσαι ημάς. 


Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν. 


Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.  


Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (τρις) 

Δόξα Πατρὶ και Υιώ και Αγίῳ Πνεύματι.
Και νυν και αεὶ και εις τους αιώνας των αιώνων. Αμήν. 

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα 
 συγχώρησον τας ανομίας ημίν. Άγιε επίσκεψαι και ίασαι τας ασθενείας 
ημών ένεκεν τού ονόματός Σου.

 Κύριε ελέησον. (τρις)  

Δόξα Πατρὶ και Υιώ και Αγίῳ Πνεύματι.
Και νυν και αεὶ και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτῳ το όνομά Σου, ελθέτῳ η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου, ως εν ουρανώ και επὶ της γης· τον άρτον ημών των επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοίς οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλὰ ρύσαι ημάς απὸ του πονηρού.

Ο Ιερεὺς: Ότι σου έστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και ἀεί, και εις τους αιώνας των αιώνων. Αμήν.  

Και τα τροπάρια ταύτα.

Ήχος πλ. β΄.

Ελέησον ημάς Κύριε, ελέησον ημάς· πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη οι αμαρτωλοί προσφέρομεν· ελέησον ημάς.


Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.  

 
Κύριε, ελέησον ημάς· επὶ σοι γαρ πεποίθαμεν. Μη οργισθής ημὶν σφόδρα, μηδέ μνησθής των ανομοιών ημών· άλλ' ἐπίβλεψον και νυν ως εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών· συ γαρ ει Θεὸς ημών, και ημείς λαός σου· πάντες έργα χειών σου, και το όνομά σου επικεκλήμεθα.


Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν. 

Της ευσπλαγχνίας την πύλην, άνοιξον ημίν, ευλογημένη Θεοτόκε· ελπίζοντες εις σε μη αστοχήσωμεν· ρυσθείημεν διά σου των περιστάσεων· συ γαρ εἰ η σωτηρία του γένους των Χριστιανών.


Ο Ιερεύς μνημονεύει των υπέρ ων η Παράκλησις.
Εις την Απόλυσιν ψάλλομεν τα παρόντα.


Ήχος β΄·
«Ότε εκ του ξύλου».

Πάντων προστατεύεις, Αγαθή, των καταφευγόντων εν πίστει τη κραταιά σου χειρί, άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν, ρύσαι πάσης περιστάσεως τους δούλους σου. 


Πάντων θλιβομένων η χαρά, και αδικουμένων προστάτις, και πενομένων τροφή, ξένων τε παράκλησις, και βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων σκέπη και αντίληψις, και ορφανών βοηθός, Μήτερ του Θεού του Υψίστου, συ υπάρχεις, Άχραντε, σπεύσον, δυσωπούμεν, ρύσασθαι τους δούλους σου.

Ήχος πλ. δ΄

 
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι 

ημάς, από πάσης ανάγκης και θλίψεως. 

Ήχος β΄

 
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, 

φύλαξόν με υπό την σκέπην σου.

Κατά την περίοδον του 15 Αυγούστου είθισται ίνα ψάλλωνται, αντί των ανωτέρω Θεοτοκίων, τα επόμενα Εξαποστειλάρια.

Ήχος γ΄

 
Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατε μου το σώμα, και συ, Υιέ και Θεέ μου, παράλαβέ μου το πνεύμα. 


Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασάνων. 


Και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μη μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει. 


Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα του Βασιλέως, ακατανόητον θαύμα, πως γαλουχείς τον Δεσπότην.




Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.
Αμήν.




 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου