Τρίτη, 7 Μαΐου 2013

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝΤΩΝ ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ ΚΑΙ ΕΙΡΗΝΗΣ




ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ 
ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΕΝΔΟΞΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ
ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ ΚΑΙ
ΑΓΙΑΣ ΠΑΡΘΕΝΟΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΗΣ




Ο Ιερεύς:
Ευλογητὸς ο Θεὸς ημών, πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο Χορός:
Αμήν.  

Ψαλμός ρμβ΄ (142) 

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πας ζων. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Και ευθύς το.

Ήχος δ΄

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτούς.  

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. γ΄ Παρὰ Κυρίου εγένετο αύτη, και έστι θαυμαστὴ εν ὀφθαλμοίς ημών. 

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 Είτα τα παρόντα Τροπάρια.

 Ήχος δ΄ «Ο υψωθείς εν τω Σταυρώ»   

Τη των μαρτύρων θαυμαστὴ προστασίᾳ, των εν Θερμή ημὶν αρτίως φανέντων, απὸ ψυχής προσπέσωμεν κραυγάζοντες· Ραφαὴλ μακάριε, και Νικόλαε θείε, και Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης και αναγκών και πάσης απειλής, τους τη πρεσβεία υμών καταφεύγοντας.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Εν Λέσβῳ αθλήσαντες, υπὲρ Χριστού του Θεού. Εν Σούλι εμφανίσθητε, εν Θείῳ οράματι και ηγιάσατε αυτό. Όθεν υμάς τιμώμεν, Ραφαὴλ θεοφόρε, άμα συν Νικολάῳ, και παρθένῳ Ειρήνη, ως θείους ημών προστάτας, και πρέσβεις προς Κύριον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, εως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου. Σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50) 

Ελέησον με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου,  εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου έστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα,  όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσης  εν τω κρίνεσθαί σε. Ιδοί γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινομένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί  ο Θεός, και πνεύμα ευθές εγκαίνησον εν τοις εγκάτοις μου. Μη απορρίψης με  από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στηριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αινεσίν Σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινομένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον,  Κύριε , εν τη ευδοκίαν σου την Σιώ, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

 Είτα ψάλλομεν τον κανόνα. 

Ωδή α΄ Ειρμός  Ήχος πλ. δ΄ 
 
Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα,
Τω Λυτρωτή και Θεώ ημών άσωμεν. 


Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών.

Συνόντες Μαρτύρων θείοις χοροίς, Ραφαὴλ παμμάκαρ, και Νικόλαε ιερέ, άμα συν Ειρήνῃ δυσωπείτε, πολυειδών ημάς ρύεσθαι θλίψεων.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Κευθμώνων ως ώφθη απὸ της γης, το θείον σου σκήνος, αγιάζει τους ευσεβείς· αλλ’ ω Ραφαὴλ θαυματοφόρε, αγιασμὸν ημὶν δίδου και λύτρωσιν.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Ἐφάνησαν ανθη ως νοητά, υμών τα οστέα, ων η χάρις η μυστική, Νικόλαε άμα και Ειρήνη, την δυσωδίαν διώκει των θλίψεων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Πηγὴ ευσπλαγχνίας της θεϊκής, βλύσον μοι Παρθένε, σωτηρίας τον γλυκασμόν, και λύσον πικρίαν της ψυχής μου, ην των παθών μου το πλήθος ενέσταξε.
   
Ωδή γ΄ Ειρμός 
 
Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη ση, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε. 


Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών.

Η πλουσία σου χάρις, παρὰ Θεού Άγιε, πάσι θαυμαστώς ενεργούσα, νέμει τα κρείττονα· διὸ τοις σπεύδουσιν, ω Ραφαὴλ τη ση σκέπη, δίδου τα ιάματα, ψυχής και σώματος.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών.

Ηθληκότες νομίμως, υπὲρ Χριστού Μάρτυρες, πάσης ανομίας και βλάβης, του πολεμήτορος, ημάς λυτρώσασθε, συν Νικολάῳ, Ειρήνη, ταις προς τον Οικτίρμονα, υμών δεήσεσι.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Μυστηρίων ενθέων, ως αληθώς έκβασις, γέγονεν υμών εν τω κόσμῳ, η αποκάλυψις, ω Ραφαὴλ ιερέ, συν Νικολάῳ Ειρήνῃ· όθεν ημίν νείματε, φόβον τον ένθεον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Ως περίδοξος θρόνος, και φωταυγὲς σκήνωμα, του παμβασιλέως της δόξης, και Παντοκράτορος, κόρη πανάμωμε, σκεύος φωτὸς αγνού βίου, την ψυχήν μου ποίησον, ως αν σωθήσωμαι.

Διάσωσον, ω Ραφαὴλ και Νικόλαε και Ειρήνη, τους εν πίστει υμίν προστρέχοντας Άγιοι, απὸ παντοίων κινδύνων και νοσημάτων.

Επίβλεψον εν ευμενείᾳ πανύμνητε Θεοτόκε, επὶ την εμὴν χαλεπὴν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου τὸ άλγος.

Αίτησις και το Κάθισμα. 

Ήχος β΄ «Πρεσβεία θερμή» 

Προστάται ημών, αρτίως ανεδείχθητε, και πάσι πιστοίς, φαινόμενοι παρέχετε, παραδόξοις όψεσι, τα αιτήματα Άγιοι πάντοτε· διὰ τούτο υμνούμεν υμάς, σοφὲ Ραφαὴλ τε και Νικόλαε.

Ωδή δ΄ Ειρμός

Εισακήκοα, Κύριε, της οικονομίας σου το μυστήριον, κατενόησα τα έργα σου, και εδόξασά σου την θεότητα.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Νοσημάτων απάλλαξον, Πάτερ Ραφαήλ, και πάσης κακώσεως, αοράτω επισκέψει σου, τους το σον φωνούντας μέγα όνομα.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Εκλυτρούμενοι φάνητε, της του αοράτου εχθρού επιθέσεως, ω Ειρήνη και Νικόλαε, τους ειλικρινώς υμίν προστρέχοντας.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Σωτηρίαν αιτήσασθε, την κατά ψυχήν και σώμα τοις σπεύδουσι, Ραφαήλ τε και Νικόλαε, και Ειρήνη πάσιν υμίν Άγιοι.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Της ψυχής μου τα τραύματα, ίασαι Παρθένε τη ση χρηστότητι, και υγείαν την κατ’ άμφω μοι, και πταισμάτων αίτει την συγχώρησιν.

Ωδή ε΄ Ειρμός
 
Φώτισον ημάς, τοις προστάγμασί σου, Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Ειδον σε πολλοί, και χαράς πολλής επλήσθησαν. χαροποίησον ουν Πάτερ και ημών, την ζωήν λελυπημένην πικραίς θλίψεσι.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Άκουσον ημών, της φωνής θείε Νικόλαε, και παράσχου ω Ειρήνη θαυμαστή, τη ζωή ημών ειρήνην αστασίαστον.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Θείοι Αθληταί, Ραφαήλ τε και Νικόλαε, και Ειρήνη των Λεσβίων η χαρά, λυπηρών ημάς, λυτρούσθε περιστάσεων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Λύτρωσαι ημάς, Θεοτόκε. Αειπάρθενε, μανιώδους του εχθρού επιφοράς, καθ’ ημών αεί ως λέοντος σφαδάζοντος.

Ωδή στ΄ Ειρμός  
 
Την δέησιν εκχεώ προς Κύριον,  και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω Άδη προσήγγισε, και δέομαι ως Ιωνάς, Εκ φθοράς, ο Θεός με ανάγαγε.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Οράσεσι, και πολλαίς θεωρίαις, τοις πιστοίς εμφανιζόμενος μάκαρ, των κεκρυμμένων την γνώσιν εκφαίνεις, αλλά και νυν μυστικώς επιφάνηθι, Οσιομάρτυς Ραφαήλ, και παράσχου ημίν τα αιτήματα.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Φανέντες, ως εξ αδύτων τω κόσμω, υπό γην χρόνοις πολλοίς κεκρυμμένοι, της του Θεού ευσπλαγχνίας τον πλούτον, πρεσβευτικώς τοις ανθρώποις παρέχετε, Νικόλαε μάρτυς στερρέ, και Ειρήνη σεμνή καλλιπάρθενε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Οι νέοι, της Εκκλησίας φωστήρες, οι αθλήσει αριστεύσαντες πάλαι, ο Ραφαήλ ο σοφός θεηγόρος, και συν Ειρήνη ο θείος Νικόλαος, επιστασίαις ταις υμών, των εν βίω δεινών ημάς ρύσασθε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Ρυσθήναι με, των παθών της κακίας, και απάσης του εχθρού κακουργίας, τη ση ευδόκησον Κόρη πρεσβεία, προς τον Υιόν και Θεόν σου και Κύριον, και δίδου μοι ως αγαθή, μετανοίας σωτήριον δάκρυον.

Διάσωσον, ω Ραφαήλ και Νικόλαε και Ειρήνη, τους εν πίστει υμίν προστρέχοντας Άγιοι, από απντοίων κινδύνων και νοσημάτων.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν. 


 Αίτησις και το Κοντάκιον.

Ήχος β΄. «Τοις των αιμάτων σου ρείθροις»

Ως αντιλήπτορες πάντων θερμότατοι, ω Ραφαήλ και θεόφρον Νικόλαε, αεί βοηθείτε τοις πάσχουσι, και των παθών τας οδύνας κουφίζετε, υμών ταχιναίς αντιλήψεσι.

Προκείμενον.

Θαυμαστός ο Θεός εν τοις Αγίοις Αυτού.

Στίχ. Τοις Αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.

Ο Ιερεύς:  Και υπέρ του καταξιωθήναι... και τα λοιπά.

 Ευαγγέλιον.

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. προσέχετε από των ανθρώπων. επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών και διώξουσι, παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου. αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ούν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι. εγώ γαρ δώσω ημίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων και συγγενών και φίλων και φίλων και αδελφών, και θανατώσουσι εξ υμών, και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου. και θριξ εκ της κεφαλής υμών ου μη απόληται. εν τη υπομονή κτήσασθε τας ψυχάς υμών.

Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
 
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι. 

Ταις των Αθλοφόρων πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.   

Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.  

 Στίχος: Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος 
των οικτιρμών Σου,  εξάλειψον το ανόμημά μου. 

 Ήχος πλ. β΄ «Όλην αποθέμενοι» 

Άστρα ως νεόφωτα, τη του Χριστού Εκκλησία, εκ της Λέσβου λάμψαντες, πάντας καταυγάζετε εν τοις θαύμασι, Ραφαήλ μέγιστε, συν τω Νικολάω, και Ειρήνη καλλιπάρθενε, και διαλύετε, την των παθημάτων σκοτόμαιναν, πιστοίς επιφαινόμενοι, πλήρεις συμπαθείας και χάριτος. όθεν εκβοώμεν. εν πάση τη ζωή ημών σοφοί, μη διαλίπητε σκέποντες, πάσης περιστάσεως.

Ο Ιερεύς: Σώσον ο Θεὸς τον λαόν σου… 

 Κύριε, ελέησον (ιβ΄)
 
 Ωδή ζ΄ Ειρμός 
 
Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει της Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες, Ο των Πατέρων ημών Θεός, ευλογητός ει.
  
Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Οι την σην κατιδόντες, Ραφαήλ θεοφόρε θέαν ουράνιον, εδέξαντο εκ ταύτης, φως θείας ευφροσύνης. δος καμοί ουν μακάριε, της βοηθείας της σης, τας σωτηρίους δόσεις.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Ιατρεύειν τα πάθη, των ψυχών και σωμάτων ημών μη παύσησθε, Νικόλαε τρισμάκαρ, και πάνσεμνε Ειρήνη, και διδόναι εκάστοτε, απαλλαγήν των δεινών, και αναγκών την λύσιν.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Γνωρισθέντες τω κόσμω, ως γνωστοί τω Κυρίω πάλαι τυγχάνοντες, λαμπρώς θαυματουργείτε, προφθάνοντες ταχέως, Ραφαήλ και Νικόλαε, τους προσιόντας θερμώς, υμών τη προστασία.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Εξ αχράντου γαστρός σου, προελθών ο των όλων Θεός και Κύριος, μορφή τη ανθρωπίνη, προστάτιν σε δεικνύει, παντός κόσμου Πανάμωμε. όθεν εκ πάσης ημάς, απάλλαξον ανάγκης.

Ωδή η΄ Ειρμός 
 
Τον Βασιλέα των ουρανών, ον υμνούσι στρατιαί των Αγγέλων, υμνείτε, και υπερυψούτε   εις πάντας τους αιώνας. 


Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Ρώσιν παράσχου, και την κατ’άμφω υγείαν, τοις προστρέχουσι τοις θείοις σου λειψάνοις, Ραφαήλ παμμάκαρ, και σε υμνολογούσι.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Άλυπον βίον, εν αληθεί ευπραγία, καταξίωσον ημάς πιστώς ανύειν, ταις σαις ικεσίαις, Νικόλαε θεόφρον.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Σθένος μοι δίδου, εν ταις του βίου ανάγκαις, και παράκλησιν εν πάσαις αθυμίαις, ω τριάς αγία, νεοφανών Μαρτύρων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Ίασαι Κόρη, την θλιβομένην ψυχήν μου, και θεράπευσον του σώματος το άλγος, τη συμπαθεστάτη, προνοία σου Παρθένε.

Ωδή θ΄ Ειρμός

Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι δια σου σεσωσμένοι, Παρθένε αγνή, συν Ασωμάτοις χορείαις, σε μεγαλύνοντες.


Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρά Χριστού Ραφαήλ ιερώτατε, μέγας προστάτης εδείχθης ημών και στήριγμα.

Άγιοι του Θεού, πρεσβεύσατε υπὲρ ημών. 

Οι Μάρτυρες Κυρίου, οι δεδοξασμένοι, συν Νικολάοω Ειρήνη θεόνυμφε, της των παθών αδοξίας υμας λυτρώσασθε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι.

Υψόθεν αοράτως, σκέπετε απαύστως, ω Ραφαήλ ιερέ και Νικόλαε, συν Ειρήνη τους πίστει υμάς γεραίροντας.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν.  
 Θεοτοκίον.

Υμνούμεν σου την χάριν, Κεχαριτωμένη. ότι ημάς διασώζεις εκάστοτε, και ασφαλώς κατευθύνεις προς θείον θέλημα.

Άξιον εστίν, ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβεὶμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν· την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Μεγαλυνάρια.

Χαίροις της Ιθάκης θείος βλαστός, Ραφαήλ τρισμάκαρ, και της Λέσβου ο αρωγός. χαίροις διακόνων, Νικόλαε λαμπρότης. χαίρε σεμνή Ειρήνη, Χριστού οσφράδιον.

Πάλαι εναθλήσαντες καρτερώς, και άρτι γνωσθέντες, εν τη Λέσβω περιφανώς, λάμπετε εν κόσμω, θαυμάτων ενεργείας, εις δόξαν του Κυρίου, Άγιοι Μάρτυρες.

Δόξη λαμπρυνόμενοι θεϊκή, οράσεσι πλείσταις, εκκαλύπτετε τοις πιστοίς, αγνώστων πραγμάτων, σαφέστατα την γνώσιν, ως θείοι του Σωτήρος, Οσιομάρτυρες.

Χαίρετε της Λέσβου κλέος καινόν, Θερμής πολιούχοι, και του λόφου των Καρυών, Ραφαήλ παμμάκαρ, ομού συν Νικολάω, και τη σεμνή Ειρήνη, πυρσοί θεόφωτοι.

Χαίρει κεκτημένη ως θησαυρούς, πλουτίζοντας πάντας, ιαμάτων ταις δωρεαίς, Ραφαήλ θεόφρον, συν θείω Νικολάω, η Λέσβος τα πανέντιμα υμών λείψανα.

Πάντας τους προστρέχοντας ευλαβώς, υμών τη πρεσβεία, πάσης ρύσασθε συμφοράς, Ραφαήλ Ειρήνη, ομού συν Νικολάω, την των πταισμάτων λύσιν, ημίν αιτούμενοι.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.  

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (τρις)
 
Δόξα Πατρὶ και Υιώ και Αγίῳ Πνεύματι. 
Και νυν και αεὶ και εις τους αιώνας των αιώνων. Αμήν.  

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα 
 συγχώρησον τας ανομίας ημίν. Άγιε επίσκεψαι και ίασαι τας ασθενείας 
ημών ένεκεν τού ονόματός Σου.

 Κύριε ελέησον. (τρις)  

Δόξα Πατρὶ και Υιώ και Αγίῳ Πνεύματι. 
Και νυν και αεὶ και εις τους αιώνας των αιώνων. Αμήν. 

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτῳ το όνομά Σου, ελθέτῳ η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου, ως εν ουρανώ και επὶ της γης· τον άρτον ημών των επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοίς οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλὰ ρύσαι ημάς απὸ του πονηρού.

Ο Ιερεὺς: Ότι σου έστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και ἀεί, και εις τους αιώνας των αιώνων. Αμήν.  

Και τα τροπάρια ταύτα.

Ήχος β΄. «Ότε εκ του ξύλου»

Εν Λέσβω αθλήσαντες, υπέρ Χριστού του Θεού, αυτήν ηγιάσατε, τη των λειψάνων υμών, ευρέσει μακάριοι. όθεν υμάς τιμώμεν, Ραφαήλ θεο΄φορε, άμα συν Νικολάω, και παρθένω Ειρήνη, ως θείους ημών προστάτας, και πρέσβεις προς Κύριον.

Ο Ιερεύς μνημονεύει των υπέρ ων η Παράκλησις.
Εις την Απόλυσιν ψάλλομεν τα παρόντα.


Ήχος β΄. «Ότε εκ του ξύλου»

Πάντας τους εν πίστει ακλινεί, τοις υμών αγίοις λειψάνοις, φοιτώντας Άγιοι, και προς την αντίληψιν, την οξυτάτην υμών, αφορώντας εκάστοτε, Ραφαήλ τρισμάκαρ, Ειρήνη και Νικόλαε, Θαυματουργοί Θαυμαστοί, πάσης επηρείας και βλάβης, λύπης και πικρών νοσημάτων, ρύσασθε υμών τη θεία χάριτι.

Ήχος πλ. δ΄
 
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι 

ημάς, από πάσης ανάγκης και θλίψεως. 

Ήχος β΄

 
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, 

φύλαξόν με υπό την σκέπην σου.
 
 
Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.
Αμήν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου